Τραχίνιαι
←Ηλέκτρα (Σοφοκλή) | Τραχίνιαι Συγγραφέας: |
Φιλοκτήτης→ |
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Σοφοκλής και διδάχθηκε (παίχτηκε) μεταξύ 450 και 425 π.Χ. |
ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ[Επεξεργασία]
ΤΡΑΧΙΝΙΑΙ[Επεξεργασία]
ed. Sir Richard Jebb, Cambridge (1892)
δηιανειρα
λόγος μέν ἐστ᾽ ἀρχαῖος ἀνθρώπων φανείς, ὡς οὐκ ἂν αἰῶν᾽ ἐκμάθοις βροτῶν, πρὶν ἂν
θεραπαινα
δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ ἐγὼ κατεῖδον ἤδη πανδάκρυτ᾽ ὀδύρματα 50
δηιανειρα
ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ
υλλος
ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
δηιανειρα
σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου 65 τὸ μὴ πυθέσθαι ποῦ ᾽στιν, αἰσχύνην φέρειν.
υλλος
ἀλλ᾽ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
δηιανειρα
καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
υλλος
τὸν μὲν παρελθόντ᾽ ἄροτον ἐν μήκει χρόνου Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. 70
δηιανειρα
πᾶν τοίνυν, εἰ καὶ τοῦτ᾽ ἔτλη, κλύοι τις ἄν.
υλλος
ἀλλ᾽ ἐξαφεῖται τοῦδέ γ᾽, ὡς ἐγὼ κλύω.
δηιανειρα
ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;
υλλος
Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν, ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. 75
δηιανειρα
ἆρ᾽ οἶσθα δῆτ᾽, ὦ τέκνον, ὡς ἔλειπέ μοι μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
υλλος
τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
δηιανειρα
ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ᾽ ὕστερον 80
υλλος
ἀλλ᾽ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·
δηιανειρα
χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ᾽ εὖ πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
χορος
ὃν αἰόλα νὺξ ἐναριζομένα τίκτει κατευνάζει τε, φλογιζόμενον 95
δηιανειρα
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει πάθημα τοὐμόν· ὡς δ᾽ ἐγὼ θυμοφθορῶ,
χορος
εὐφημίαν νῦν ἴσχ᾽· ἐπεὶ καταστεφῆ στείχονθ᾽ ὁρῶ τιν᾽ ἄνδρα πρὸς χαρὰν λόγων.
αγγελος
δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων 180 ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον
δηιανειρα
τίν᾽ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;
αγγελος
τάχ᾽ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν 185 ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.
δηιανειρα
καὶ τοῦ τόδ᾽ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;
αγγελος
ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδ᾽ ἐγὼ κλύων 190
δηιανειρα
αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
αγγελος
οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι. κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς 195
δηιανειρα
ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν᾽ ἔχεις, 200 ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
χορος
ἀνολολυξάτω δόμοις ἐφεστίοις 205 ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ
δηιανειρα
ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ᾽ ὄμματος 225 φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·
λιχας
ἀλλ᾽ εὖ μὲν ἵγμεθ᾽, εὖ δὲ προσφωνούμεθα, γύναι, κατ᾽ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς 230
δηιανειρα
ὦ φίλτατ᾽ ἀνδρῶν, πρῶθ᾽ ἃ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθ᾽ Ἡρακλῆ προσδέξομαι.
λιχας
ἔγωγέ τοι σφ᾽ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. 235
δηιανειρα
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
λιχας
ἀκτή τις ἔστ᾽ Εὐβοιίς, ἔνθ᾽ ὁρίζεται βωμοὺς τέλη τ᾽ ἔγκαρπα Κηναίῳ Διί.
δηιανειρα
εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;
λιχας
εὐχαῖς ὅθ᾽ ᾕρει τῶνδ᾽ ἀνάστατον δορὶ 240 χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
δηιανειρα
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ᾽ εἰσὶ καὶ τίνες; οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
λιχας
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθ᾽ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. 245
δηιανειρα
ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
λιχας
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον κατείχεθ᾽, ὥς φησ᾽ αὐτός, οὐκ ἐλεύθερος,
χορος
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ, τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
δηιανειρα
πῶς δ᾽ οὐκ ἐγὼ χαίροιμ᾽ ἄν, ἀνδρὸς εὐτυχῆ κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
λιχας
τί δ᾽ οἶδ᾽ ἐγώ, τί δ᾽ ἄν με καὶ κρίνοις; ἴσως γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. 315
δηιανειρα
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
λιχας
οὐκ οἶδα· καὶ γὰρ οὐδ᾽ ἀνιστόρουν μακράν.
δηιανειρα
οὐδ᾽ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
λιχας
ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
δηιανειρα
εἴπ᾽, ὦ τάλαιν᾽, ἀλλ᾽ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ 320 καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ᾽ ἥτις εἶ.
λιχας
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
δηιανειρα
ἡ δ᾽ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς 330
αγγελος
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ᾽, ὅπως 335 μάθῃς ἄνευ τῶνδ᾽, οὕστινάς τ᾽ ἄγεις ἔσω,
δηιανειρα
τί δ᾽ ἐστί; τοῦ με τήνδ᾽ ἐφίστασαι βάσιν;
αγγελος
σταθεῖσ᾽ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος 340 μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.
δηιανειρα
πότερον ἐκείνους δῆτα δεῦρ᾽ αὖθις πάλιν καλῶμεν, ἢ ᾽μοὶ ταῖσδέ τ᾽ ἐξειπεῖν θέλεις;
αγγελος
σοὶ ταῖσδέ τ᾽ οὐδὲν εἴργεται, τούτους δ᾽ ἔα.
δηιανειρα
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. 345
αγγελος
ἁνὴρ ὅδ᾽ οὐδὲν ὧν ἔλεξεν ἀρτίως φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ᾽ ἢ νῦν κακὸς
δηιανειρα
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς. ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ᾽ ἔχει. 350
αγγελος
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ᾽ ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
δηιανειρα
οἴμοι τάλαινα, ποῦ ποτ᾽ εἰμὶ πράγματος; 375 τίν᾽ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
αγγελος
ἦ κάρτα λαμπρὰ καὶ κατ᾽ ὄνομα καὶ φύσιν, πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ 380
χορος
ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ λαθραῖ᾽ ὃς ἀσκεῖ μὴ πρέποντ᾽ αὐτῷ κακά.
δηιανειρα
τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις 385 τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
χορος
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ᾽ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
δηιανειρα
ἀλλ᾽ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
αγγελος
ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; 390
δηιανειρα
μίμν᾽, ὡς ὅδ᾽ ἀνὴρ οὐκ ἐμῶν ὑπ᾽ ἀγγέλων, ἀλλ᾽ αὐτόκλητος ἐκ δόμων πορεύεται.
λιχας
τί χρή, γύναι, μολόντα μ᾽ Ἡρακλεῖ λέγειν; δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
δηιανειρα
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν 395 ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
λιχας
ἀλλ᾽ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ᾽ ἐγώ.
δηιανειρα
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
λιχας
ἴστω μέγας Ζεύς, ὧν γ᾽ ἂν ἐξειδὼς κυρῶ.
δηιανειρα
τίς ἡ γυνὴ δῆτ᾽ ἐστὶν ἣν ἥκεις ἄγων; 400
λιχας
Εὐβοιίς· ὧν δ᾽ ἔβλαστεν οὐκ ἔχω λέγειν.
αγγελος
οὗτος, βλέφ᾽ ὧδε· πρὸς τίν᾽ ἐννέπειν δοκεῖς;
λιχας
σὺ δ᾽ εἰς τί δή με τοῦτ᾽ ἐρωτήσας ἔχεις;
αγγελος
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ᾽ ἱστορῶ.
λιχας
πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως 405 κόρην δάμαρτά θ᾽ Ἡρακλέους, εἰ μὴ κυρῶ
αγγελος
τοῦτ᾽ αὔτ᾽ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;
λιχας
δίκαια γάρ.
αγγελος
τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, 410 ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
λιχας
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
αγγελος
οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
λιχας
ἄπειμι· μῶρος δ᾽ ἦ πάλαι κλύων σέθεν.
αγγελος
οὔ, πρίν γ᾽ ἂν εἴπῃς ἱστορούμενος βραχύ. 415
λιχας
λέγ᾽, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
αγγελος
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
λιχας
φημί· πρὸς τί δ᾽ ἱστορεῖς;
αγγελος
οὔκουν σὺ ταύτην, ἣν ὑπ᾽ ἀγνοίας ὁρᾷς, Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; 420
λιχας
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ᾽ ἐμοῦ κλύειν πάρα;
αγγελος
πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ᾽ εἰσήκουσ᾽ ὄχλος.
λιχας
ναί·κλύειν γ᾽ ἔφασκον· ταὐτὸ δ᾽ οὐχὶ γίγνεται 425
αγγελος
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων δάμαρτ᾽ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
λιχας
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη δέσποινα, τόνδε τίς ποτ᾽ ἐστὶν ὁ ξένος. 430
αγγελος
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
λιχας
ἅνθρωπος, ὦ δέσποιν᾽, ἀποστήτω· τὸ γὰρ νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. 435
δηιανειρα
μή, πρός σε τοῦ κατ᾽ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
χορος
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ 470 γυναικὶ τῇδε κἀπ᾽ ἐμοῦ κτήσει χάριν.
λιχας
ἀλλ᾽, ὦ φίλη δέσποιν᾽, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
δηιανειρα
ἀλλ᾽ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, 490 κοὔτοι νόσον γ᾽ ἐπακτὸν ἐξαρούμεθα,
χορος
μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί. καὶ τὰ μὲν θεῶν
δηιανειρα
ἦμος, φίλαι, κατ᾽ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ᾽ ἐξόδῳ,
χορος
ἀλλ᾽ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις, δοκεῖς παρ᾽ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
δηιανειρα
οὕτως ἔχει γ᾽ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν 590 ἔνεστι, πείρᾳ δ᾽ οὐ προσωμίλησά πω·
χορος
ἀλλ᾽ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ᾽ εἰ δοκεῖς ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
δηιανειρα
ἀλλ᾽ αὐτίκ᾽ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη· διὰ τάχους δ᾽ ἐλεύσεται. 595
λιχας
τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
δηιανειρα
ἀλλ᾽ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, 600 ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
λιχας
ἀλλ᾽ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην 620 βέβαιον, οὔ τι μὴ σφαλῶ γ᾽ ἐν σοί ποτε,
δηιανειρα
στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι τά γ᾽ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. 625
λιχας
ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.
δηιανειρα
ἀλλ᾽ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ᾽, αὐτὴν ὡς ἐδεξάμην φίλως.
λιχας
ὥστ᾽ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
δηιανειρα
τί δῆτ᾽ ἂν ἄλλο γ᾽ ἐννέποις; δέδοικα γὰρ 630 μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
χορος
ὦ ναύλοχα καὶ πετραῖα θερμὰ λουτρὰ καὶ πάγους
δηιανειρα
γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω πεπραγμέν᾽ ᾖ μοι πάνθ᾽ ὅσ᾽ ἀρτίως ἔδρων.
χορος
τί δ᾽ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως; 665
δηιανειρα
οὐκ οἶδ᾽· ἀθυμῶ δ᾽, εἰ φανήσομαι τάχα κακὸν μέγ᾽ ἐκπράξασ᾽ ἀπ᾽ ἐλπίδος καλῆς.
χορος
οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
δηιανειρα
μάλιστά γ᾽, ὥστε μήποτ᾽ ἂν προθυμίαν ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. 670
χορος
δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.
δηιανειρα
τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω, γυναῖκες, ὑμᾶς θαῦμ᾽ ἀνέλπιστον μαθεῖν.
χορος
ταρβεῖν μὲν ἔργα δείν᾽ ἀναγκαίως ἔχει, τὴν δ᾽ ἐλπίδ᾽ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
δηιανειρα
οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν 725 οὐδ᾽ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.
χορος
ἀλλ᾽ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ᾽ξ ἑκουσίας ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
δηιανειρα
τοιαῦτα δ᾽ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ κοινωνός, ἀλλ᾽ ᾧ μηδέν ἐστ᾽ οἴκοι βαρύ. 730
χορος
σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
υλλος
ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ᾽ ἓν εἱλόμην, ἢ μηκέτ᾽ εἶναι ζῶσαν, ἢ σεσωσμένην 735
δηιανειρα
τί δ᾽ ἐστίν, ὦ παῖ, πρός γ᾽ ἐμοῦ στυγούμενον;
υλλος
τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ᾽ ἐμὸν λέγω πατέρα, κατακτείνασα τῇδ᾽ ἐν ἡμέρᾳ. 740
δηιανειρα
οἴμοι, τιν᾽ ἐξήνεγκας, ὦ τέκνον, λόγον;
υλλος
ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ᾽ ἂν ἀγένητον ποεῖν;
δηιανειρα
πῶς εἶπας, ὦ παῖ; τοῦ παρ᾽ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής; 745
υλλος
αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
δηιανειρα
ποῦ δ᾽ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
υλλος
εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών. ὅθ᾽ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, 750
χορος
τί σῖγ᾽ ἀφέρπεις; οὐ κάτοισθ᾽ ὁθούνεκα ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
υλλος
ἐᾶτ᾽ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν 815 αὐτῇ γένοιτ᾽ ἄπωθεν ἑρπούσῃ καλός.
χορος
ἴδ᾽ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ τοὔπος τὸ θεοπρόπον ἡμῖν
ημιχοριον 1
πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς οἴκτου δι᾽ οἴκων ἀρτίως ὁρμωμένου;
ημιχοριον 2
ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
χορος
ξύνες δὲ τήνδ᾽ ὡς κατηφὴς καὶ συνωφρυωμένη
τροφος
ὦ παῖδες, ὡς ἄρ᾽ ἡμὶν οὐ σμικρῶν κακῶν ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
χορος
τί δ᾽, ὦ γεραιά, καινοποιηθὲν λέγεις;
τροφος
βέβηκε Δῃάνειρα τὴν πανυστάτην ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. 875
χορος
οὐ δή ποθ᾽ ὡς θανοῦσα;
τροφος
πάντ᾽ ἀκήκοας.
χορος
τέθνηκεν ἡ τάλαινα;
τροφος
δεύτερον κλύεις.
χορος
τάλαιν᾽ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;
τροφος
σχετλιώτατά γε πρὸς πρᾶξιν.
χορος
εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει. 880
τροφος
αὑτὴν διηΐστωσε.
χορος
τίς θυμὸς ἢ τίνες νόσοι τάνδ᾽ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
τροφος
στονόεντος ἐν τομᾷ σιδάρου.
χορος
ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;
τροφος
ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
χορος
τίς ἦν; πῶς; φέρ᾽ εἰπέ. 890
τροφος
αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
χορος
τί φωνεῖς;
τροφος
σαφηνῆ.
χορος
ἔτεκεν ἔτεκε < δὴ > μεγάλαν ἁ νέορτος ἅδε νύμφα
τροφος
ἄγαν γε· μᾶλλον δ᾽, εἰ παροῦσα πλησία ἔλευσσες οἷ᾽ ἔδρασε, κάρτ᾽ ἂν ᾤκτισας.
χορος
καὶ ταῦτ᾽ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
τροφος
δεινῶς γε· πεύσει δ᾽, ὥστε μαρτυρεῖν ἐμοί. ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη 900
χορος
πότερα πρότερον ἐπιστένω, πότερα μέλεα περαιτέρω,
υλλος
οἴμοι ἐγὼ σοῦ, πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
πρεσβυς
σίγα, τέκνον, μὴ κινήσῃς ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· 975
υλλος
πῶς φής, γέρον; ἦ ζῇ;
πρεσβυς
οὐ μὴ ᾽ξεγερεῖς τὸν ὕπνῳ κάτοχον κἀκκινήσεις κἀναστήσεις
υλλος
ἀλλ᾽ ἐπί μοι μελέῳ βάρος ἄπλετον· ἐμμέμονεν φρήν.
ηρακλης
ὦ Ζεῦ, ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
πρεσβυς
ἆρ᾽ ἐξῄδη σ᾽ ὅσον ἦν κέρδος σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
υλλος
οὐ γὰρ ἔχω πῶς ἂν στέρξαιμι κακὸν τόδε λεύσσων.
ηρακλης
ὦ Κηναία κρηπὶς βωμῶν, ἱερῶν οἵαν οἵων ἐπί μοι
πρεσβυς
ὦ παῖ τοῦδ᾽ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει ἢ κατ᾽ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
υλλος
ψαύω μὲν ἔγωγε, 1020 λαθίπονον δ᾽ ὀδυνᾶν οὔτ᾽ ἔνδοθεν οὔτε θύραθεν
ηρακλης
ὦ παῖ, ποῦ ποτ᾽ εἶ; τᾷδέ με τᾷδέ με πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον. 1025
χορος
κλύουσ᾽ ἔφριξα τάσδε συμφοράς, φίλαι, ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. 1045
ηρακλης
ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·
χορος
ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ ἕξουσαν, ἀνδρὸς τοῦδέ γ᾽ εἰ σφαλήσεται.
υλλος
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· 1115
ηρακλης
εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν 1120 οὐδὲν ξυνίημ᾽ ὧν σὺ ποικίλλεις πάλαι.
υλλος
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς νῦν ἐστιν ὥς θ᾽ ἥμαρτεν οὐχ ἑκουσία.
ηρακλης
ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; 1125
υλλος
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
ηρακλης
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
υλλος
ἀλλ᾽ οὐδὲ μὲν δὴ τοῖς γ᾽ ἐφ᾽ ἡμέραν ἐρεῖς.
ηρακλης
λέγ᾽, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
υλλος
λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής. 1130
ηρακλης
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
υλλος
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
ηρακλης
οἴμοι· πρὶν ὡς χρῆν σφ᾽ ἐξ ἐμῆς θανεῖν χερός;
υλλος
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
ηρακλης
δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ᾽ ᾗ νοεῖς. 1135
υλλος
ἅπαν τὸ χρῆμ᾽, ἥμαρτε χρηστὰ μωμένη.
ηρακλης
χρήστ᾽, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
υλλος
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν ἀπήμπλαχ᾽, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
ηρακλης
καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; 1140
υλλος
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
ηρακλης
ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας· ὄλωλ᾽ ὄλωλα, φέγγος οὐκέτ᾽ ἔστι μοι.
υλλος
ἀλλ᾽ οὔτε μήτηρ ἐνθάδ᾽, ἀλλ᾽ ἐπακτίᾳ Τίρυνθι συμβέβηκεν ὥστ᾽ ἔχειν ἕδραν.
ηρακλης
σὺ δ᾽ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ᾽ ἵνα φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
υλλος
ἀλλ᾽, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν τοιάνδ᾽ ἐπελθών, πείσομαι δ᾽ ἅ σοι δοκεῖ. 1180
ηρακλης
ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·
υλλος
ὡς πρὸς τί πίστιν τήνδ᾽ ἄγαν ἐπιστρέφεις;
ηρακλης
οὐ θᾶσσον οἴσεις μηδ᾽ ἀπιστήσεις ἐμοί;
υλλος
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
ηρακλης
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, 1185
υλλος
ἦ μὴν τί δράσειν; καὶ τόδ᾽ ἐξειρήσεται;
ηρακλης
ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
υλλος
ὄμνυμ᾽ ἔγωγε, Ζῆν᾽ ἔχων ἐπώμοτον.
ηρακλης
εἰ δ᾽ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
υλλος
οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δ᾽ ὅμως· 1190
ηρακλης
οἶσθ᾽ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
υλλος
οἶδ᾽, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
ηρακλης
ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε σῶμ᾽ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.
υλλος
οἴμοι, πάτερ, τί δ᾽ εἶπας; οἷά μ᾽ εἴργασαι.
ηρακλης
ὁποῖα δραστέ᾽ ἐστίν· εἰ δὲ μή, πατρὸς ἄλλου γενοῦ του μηδ᾽ ἐμὸς κληθῇς ἔτι. 1205
υλλος
οἴμοι μάλ᾽ αὖθις, οἷά μ᾽ ἐκκαλεῖ, πάτερ, φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.
ηρακλης
οὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ ὧν ἔχω παιώνιον καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.
υλλος
καὶ πῶς ὑπαίθων σῶμ᾽ ἂν ἰῴμην τὸ σόν; 1210
ηρακλης
ἀλλ᾽ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ᾽ ἔργασαι.
υλλος
φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.
ηρακλης
ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;
υλλος
ὅσον γ᾽ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν· τὰ δ᾽ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. 1215
ηρακλης
ἀλλ᾽ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.
υλλος
εἰ καὶ μακρὰ κάρτ᾽ ἐστίν, ἐργασθήσεται.
ηρακλης
τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;
υλλος
Ἰόλην ἔλεξας, ὥς γ᾽ ἐπεικάζειν ἐμέ. 1220
ηρακλης
ἔγνως. τοσοῦτον δή σ᾽ ἐπισκήπτω, τέκνον· ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
υλλος
οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, 1230 τὸ δ᾽ ὧδ᾽ ὁρᾶν φρονοῦντα τίς ποτ᾽ ἂν φέροι;
ηρακλης
ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
υλλος
τίς γάρ ποθ᾽, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη μεταίτιος σοί τ᾽ αὖθις ὡς ἔχεις ἔχειν,
ηρακλης
ἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ
υλλος
ὤμοι, τάχ᾽, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
ηρακλης
σὺ γάρ μ᾽ ἀπ᾽ εὐνασθέντος ἐκκινεῖς κακοῦ.
υλλος
δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
ηρακλης
οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.
υλλος
ἀλλ᾽ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; 1245
ηρακλης
οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.
υλλος
πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;
ηρακλης
ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.
υλλος
τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε 1250
ηρακλης
καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
υλλος
ἀλλ᾽ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε, ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.
ηρακλης
ἄγε νυν, πρὶν τήνδ᾽ ἀνακινῆσαι νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος 1260
υλλος
αἴρετ᾽, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ τούτων θέμενοι συγγνωμοσύνην, 1265 |